Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.64.1 | Hdt. 2.65.3 (English) | >>Hdt. 2.66.2 |
2.65.1 Αἰγύπτιοι δὲ θρησκεύουσι περισσῶς τά τε ἄλλα περὶ τὰ ἱρὰ καὶ δὴ καὶ τάδε .
2.65.2 ἐοῦσα ἡ Αἴγυπτος ὅμουρος τῇ Λιβύῃ οὐ μάλα θηριώδης ἐστί · τὰ δὲ ἐόντα σφι ἅπαντα ἱρὰ νενόμισται , καὶ τὰ μὲν σύντροφα αὐτοῖσι τοῖσι ἀνθρώποισι , τὰ δὲ οὔ . τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ θηρία ἱρὰ εἰ λέγοιμι , καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα , τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγέεσθαι · τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιψαύσας , ἀναγκαίῃ καταλαμβανόμενος εἶπον .
2.65.3 νόμος δὲ ἐστὶ περὶ τῶν θηρίων ὧδε ἔχων · μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων , τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν .
2.65.4 οἱ δὲ ἐν τῇσι πόλισι ἕκαστοι εὐχὰς τάσδε σφι ἀποτελέουσι · εὐχόμενοι τῷ θεῷ τοῦ ἂν ᾖ τὸ θηρίον , ξυρῶντες τῶν παιδίων ἢ πᾶσαν τὴν κεφαλὴν ἢ τὸ ἥμισυ ἢ τὸ τρίτον μέρος τῆς κεφαλῆς , ἱστᾶσι σταθμῷ πρὸς ἀργύριον τὰς τρίχας · τὸ δʼ ἂν ἑλκύσῃ , τοῦτο τῇ μελεδωνῷ τῶν θηρίων διδοῖ , ἡ δὲ ἀντʼ αὐτοῦ τάμνουσα ἰχθῦς παρέχει βορὴν τοῖσι θηρίοισι .
2.65.5 τροφὴ μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται · τὸ δʼ ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ , ἢν μὲν ἑκών , θάνατος ἡ ζημίη , ἢν δὲ ἀέκων , ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται . ὃς δʼ ἂν ἶβιν ἢ ἴρηκα ἀποκτείνῃ , ἤν τε ἑκὼν ἤν τε ἀέκων , τεθνάναι ἀνάγκη .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.64.1 | Hdt. 2.65.3 (English) | >>Hdt. 2.66.2 |